Ancient Greek
588.4
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 588.4
Unproofread scanNot analysed yet
Λέγεται δὲ καὶ τῷδε ἀντίος λόγος· ὡς ἄλλο τὸ δίκαιον καὶ τὸ ἀδίκον ἐστι, διαφέρον, ὥσπερ καὶ τόνυμα, οὕτω καὶ τὸ πρᾶγμα· ἐπεὶ αἱ τις ἐρωτάσαι τὸς λέγον-τας, ὡς τὸ αὐτὸ ἐστιν ἀδίκον καὶ δίκαιον, αἰκὰ δὴ τι δίκαιον περὶ τὸς γονέας ἐπραξάν, ὁμολογοῦντι καὶ ἀδίκον ἄρα. Τὸ γὰρ αὐτὸ ἀδίκον καὶ δίκαιον ὁμολο-γέουσι ἡμεν. Φέρες ἄλλον δέ, ἄν τινα γινώσκῃ δί-καιον ἄνδρα, καὶ ἀδίκον ἄρα τὸν αὐτόν, καὶ μέγαν τοίνυν καὶ μικρὸν κατὰ ταυτόν. Καὶ τοι πολλὰ ἀδι-χήσας ἀποθανέντω πραξάμενος. Καὶ περὶ μὲν τούτων ἄλις. Εἶμι δὲ ἐπ᾽ ἄ λέγοντες ἀξιοῦντι τὸ αὐτὸ καὶ δίκαιον καὶ ἀδίκον ἀποδεικνύνεν. Τὸ γὰρ κλέπτειν τὰ τῶν πολεμίων δίκαιον καὶ ἀδίκον ἐξεστιν ἀποδεικνύνεν τὸ αὐτὸ, αἰκ᾽ ἀληθὴς ὁ τήνων λόγος, καὶ τὰλλα κατταυτο. Τέγνας δὲ ἐπάγονται, ἐν αἷς οὐκ ἐστι τὸ δίκαιον καὶ τὸ ἀδίκον. Καὶ τοὶ ποιηται οὔτε ποτ᾽ ἀλάθειαν, ἀλλὰ ποτὰ τὰς ἀδονὰς τῶν ἀνθρώπων τὰ ποιήματα ποιοῦντι.