Ancient Greek
589.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 589.1
Unproofread scanNot analysed yet
ΔΙΑΛΕΞΙΣ Δ. Περὶ ἀλαθείας καὶ ψεύδεος. Λέγονται δὲ καὶ περὶ τῷ ψεύδεος καὶ τῆς ἀλαθείας δύο λόγοι· ὧν ὁ μὲν φασί, ἄλλον μὲν τὸν ψεύσταν ἔμεν λόγον, ἄλλον δὲ τὸν ἀλαθῆ· τοὺ δὲ τὸν αὐτόν, ἐν οἷς a κάγω, τῶδε λόγῳ. Πρῶτον μὲν, ὅτι τοῖς αὐτοῖς ὀνόμασι λέγουται· ἐπειτα δέ, ὅταν λόγος ῥηθῇ, ἂν μὲν, ὡς λέγεται b ὁ λόγος, οὕτω γένηται, ἀλαθὴς ὁ λόγος, ἂν δὲ μὴ γένηται, ψευδὴς ὁ αὐτὸς λόγος. Αὐτίκα κατηγορεῖς ἱσασουλᾶν τω, αἴκ' ἐγένετο τῶργον, ἀλαθὴς ὁ λόγος· αἴ δὲ μὴ ἐγένετο, ψεύστας. Καὶ τῷ ἀπολογοῦμένω ὡς γε ὁ λόγος. Καὶ τὰ γε δικαστήρια τὸν αὐτὸν λόγον καὶ ψεύσταν καὶ ἀλαθῆ κρίνουσι. c Ἐπεὶ τοι καὶ ἐξῆς καθήμενοι ἂν λέγοιμεν d Μύστας e εἰμί, τὸ αὐτὸ μὲν πάντες ἐροῦμεν, ἀλαθὴς δὲ μόνος ἐγώ, ἐπεὶ καὶ εἰμί. Δῆλον ὧν, ὅτι ὁ αὐτὸς λόγος, ὅταν μὲν αὐτῷ παρῇ τὸ ψεῦδος, ψεύστας ἐστίν, ὅταν δὲ τὸ ἀλαθές, ἀλαθής, ὥσπερ καὶ ἄνθρωπος τὸ αὐτό, καὶ παῖς, καὶ νεανίας, καὶ ἀνήρ, καὶ γέρων ἐστίν. Λέγεται δὲ καὶ ὡς ἄλλος εἴη ὁ ψεύστας λόγος, ἄλλος δὲ ὁ ἀλαθής, διαφέρων τόνυμα καὶ τὸ