Ancient Greek
590.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 590.2
Unproofread scanNot analysed yet
ΔΙΑΛΕΞΙΣ Ε. Περὶ τῆς σοφίας καὶ ἀρετᾶς, αἱ διδακτόν. Λέγεται δὲ τις λόγος οὐτ’ ἀληθής, οὔτε κενός· ὅτι ἄρα σοφία καὶ ἀρετὰ οὔτε διδακτὸν εἴη οὔτε μαθητόν. Τοι δὲ ταῦτα λέγοντες ταῦσδε ἀποδείξεισι χρῶνται, ὡς οὐχ οἷον τ’ εἴη, ἄν ἄλλῳ παραδοίης, τοῦτο αὐτὸ ἐπὶ ἑγέν. Μία μέν δή αὐτά. Ἄλλα δέ, ὡς, αἱ διδακτόν ἦν, διδάσκαλοι κα ἀποδεδεγμένοι ἦσαν a, ὡς τὰς μωσιχάς. Τρίτα δέ, ὡς τοι ἐν τῇ Ἑλλάδι γεγόμενοι σοφοὶ ἄνδρες τὰ αὐτῶν τέκνα ἄν ἐδίδαξαν καὶ τὰς φίλως. Τετάρτα δέ, ὅτι ἤδη τινὲς παρὰ σοφιστὰς ἐλθόντες, οὐδὲν ὠφελήθην. Πέμπτα δέ, ὅτι πολλοὶ ὡς συγγενόμενοι σοφισταὶς ἀξιοὶ λόγου γεγέννηται. Ἐγὼ