Ancient Greek
591.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 591.1
Unproofread scanNot analysed yet
δι κάρτα εὐήθη νομίζω τόνδε τὸν λόγον. Γινώσκω γὰρ τοὺς διδασκάλους γράμματα διδίσκοντας, ἕκαστος αὐτῶν ἐπιστάμενος τυγχάνει, καὶ κιθαριστὰς κιθαρίζειν. Πρὸς δὲ τὰν δευτέραν ἀπόδειξιν, ὡς ἄρα οὐκ ἔντι διδάσκαλοι ἀποδείξεων, τί μὲν τοὶ σοφισταὶ διδίσκοντι, ἀλλ’ ἡ σοφίαν καὶ ἀρετάν; ἢ τί δὲ Ἀναξάγορειοι καὶ Πυθαγόρειοι ἦσαν; τὸ δὲ τρίτον, διδίσκει Πολύκλειτος τὸν υἱὸν ἀνδριάντας ποιεῖν. Καὶ αἱ μὲν τις μὴ διδάξη, οὐ σαμψὸν αἱ δ’ ἔντι διδάξει, τεκμήριον ὅτι δυνατὸν ἔντι διδίσκει. Τέταρτον δέ, αἱ μὴ τοὶ παρὰ σοφῶν σοφιστῶν σοφοὶ γίνονται. Καὶ γὰρ γράμματα πολλοὶ οὐκ ἔμαθον μαθόντες. Ἔστι δὲ τις καὶ φύσις. Αἱ δὲ τις μὴ ἔμαθε παρὰ σοφιστῶν, ἰκανὸς ἐγένετο εὐφυής, καὶ γενόμενος βραδίως συναρπάζει τὰ πολλὰ διόγ’ μαθών, παρ’ ὧνπερ καὶ τὰ ὀνόματα μαυθάνων, καὶ τούτων τι ἤτοι πλέον, ἤτοι ἐλάσσον· ὁ μὲν παρὰ πατρός, ὁ δὲ παρὰ ματρός. Αἱ δὲ τῷ μὴ πιστῶν ἔντι τὰ ὀνόματα μαυθάνειν ἄμα, ἀλλ’ ἐπισταμένων ἄμα γίνεσθαι, γνῶτον ἐκ τόνδε. Αἱ τις εὐθὺς γενόμενος παιδίον ἐς Πέρσας ἀποπέμψαι, καὶ τῇνεί τράποι, κοινὸν Ἑλλήδος φωνῆς, περαιζοὶ κα· καὶ αἱ τις τῇνὸδὲν τῆδε κομιζοι, ἐλλαγιζοι κα. Οὕτω μαυθάνομεν τὰ ὀνόματα, καὶ τὸς διδασκάλους οὐκὶ ἀκούομεν. Πλεχταὶ μοι ὁ λόγος, καὶ ἔχεις ἀρχὴν καὶ τέλος καὶ μέσον καὶ οὐ λέγω, ὡς διδάκτος ἐστιν, ἀλλ’ ὅτι οὐκ ἀπογρώντι μοι τῇναι αἱ ἀποδείξεις. Λέγοντι δὲ τινες τῶν ὀμαγορούντων, ὡς γρὴ τὰς ἀρχὰς ἀπὸ κλάρου γίνεσθαι, οὐ βέλτιστα ταῦτα νομίζοντες. Καὶ γὰρ τις αὐτῶν ἔρωτην τὸν ταῦτα λέγοντα, τί δὴ σὺ τοὺς οἰκέτας οὐκ ἀπὸ κλάρου τὰ ἔργα προστάσεις, ὅπως ὁ μὲν ζευγνλάτας, αἱ’ ὁψοποὺς λάγη, ὁψοποιή,