Ancient Greek
611.3
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 611.3
Unproofread scanNot analysed yet
γ'. Δέκα ὧν, οὗ a πλείους λόγους ἐμμεναι λέγομες, ὡς ἐκ τῶδε τὰς διαιρεσέως ἐντι μαθεῖν. Τὸ ὅν ἐν ὑποκειμένῳ ἐντί, ἢ οὐχ ἐν ὑποκειμένῳ, καὶ τὸ μὲν οὐχ ἐν ὑποκειμένῳ ποιεῖ τὰν οὐσίαν, τὸ δὲ ἐν ὑποκειμένῳ ἢ καθ’ ἑαυτὸ θεωρεῖται, ἢ οὐ καθ’ ἑαυτό. Καὶ τὸ μὲν οὐ καθ’ ἑαυτὸ ποιεῖ τὰ πρός τι. Σχέσεις γάρ ἐστι τὰ πρός τι μὴ καθ’ ἑαυτά b θεωρούμενα, ἀλλὰ συνεσιάζοντα ἑτέρων. Τὸ γὰρ υἱὸς ὄνομα συνεσιάζει πατέρα, τὸ δὲ δοῦλος δεσπόταν, καὶ ἀπλῶς πάντα τὰ πρός τι ἐν σχέσει εἰσὶ καὶ οὐ καθ’ ἑαυτὰ θεωρούμενα. Τὸ δὲ καθ’ ἑαυτὸ ἢ μεριστόν ἐστι, καὶ ποιεῖ τὰν ποσότητα, ἢ ἀμέριστον, καὶ ποιεῖ τὰν ποσότητα. Οἱ δὲ λοιποὶ λόγοι ἐξ ἀπὸ τῆς τούτων μίξεως γίνονται. Ἀ γὰρ οὐσία τῇ ποσότητι μιγνυμένη ἢ ἐν τόπῳ δράεται, καὶ τὸν τοῦ ποῦ λόγον ποιεῖ, ἢ ἐν χρόνῳ, καὶ τὸν τοῦ πότε ἀποτελεῖ λόγον. Τῇ δὲ ποσότητι μιγνυμένη ἢ ἐνέργειαν ἔχει καὶ ἐστι τὸ