Ancient Greek
611.4
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 611.4
Unproofread scanNot analysed yet
ποσεῖν, ἡ πάθος καὶ ποτὶ τὸ πάσχειν. Τοῖς δὲ πρὸς τι συντρέγουσι ἢ ἐν ἄλλῳ τίθεσθαι καὶ τὸ κεῖσθαι λέγεται, ἢ περιτίθεσθαι ἑτέρῳ καὶ τὸ ἔχειν ἐστὶ. Τέτακται δὲ μετὰ τὴν οὐσίαν ἡ ποσότης καὶ πρὸ τῆς ποιότητος, ὅτι κατὰ φύσιν ποιεῖται τὸ διτοῦν πράγμα καὶ ὀγκον λαμβάνει, καὶ οὕτω περὶ αὐτὸ ἡ ποσότης καθοράται καὶ λέγεται. Ἡ ποσότης πάλιν προηγείται τοῖς πρὸς τι, ὅτι τὸ μὲν καθ’ αὐτό, τὸ δὲ πρὸς τι ἐν σχέσει. Πρώτον δὲ καθοράται καὶ λέγεται καθ’ ἑαυτὸ ἕκαστον, καὶ οὕτως ἐν σχέσει. Ἀκολούθως δὲ τούτοις καὶ τὰ λοιπὰ τέτακται· τὸ μὲν γὰρ ποεῖν προηγείται τοῦ πάσχειν, ὅτι τὸ μὲν ἐνεργεῖν τοῦ πάσχειν ἐστὶ δυνατώτερον.