Ancient Greek
11 to 12
HIERONYMUS CARDIANUS, Fragmenta 11-12
Not analysed yet
Ἱερώνυμος δὲ τῆς πεδιάδος Θετταλίας καὶ Μαγνήτιδος τὸν κύκλον τρισχιλίων σταδίων ἀποφαίνεται· ᾠκῆσθαι δ ̓ ὑπὸ τῶν Πελασγῶν· ἐξελασθῆναι δὲ τούτους εἰς Αἰτωλίαν ὑπὸ Λαπιθῶν· εἶναι δὲ τὸ νῦν καλούμενον Πελασγικὸν πεδίον, ἐν ᾧ Λάρισσα καὶ Γυρτώνη καὶ Φεραὶ καὶ Μόψιον καὶ Βοιβηΐς καὶ Ὄσσα καὶ Ὁμόλη καὶ Πήλιον καὶ Μαγνῆτις. Ἱερώνυμος δὲ μῆκος δισχιλίων φήσας, τὸ δὲ πλάτος ἀνώμαλον, πλειόνων ἂν εἴη λέγων τὸν κύκλον ἢ ὅσον Ἀρτεμίδωρος, κατά τε τὸ τρίτον μέρος τοῦ μήκους.