Ancient Greek
Dfhg-Source dfhg2_HIERONYMUS_CARDIANUS
HIERONYMUS CARDIANUS, Fragmenta 13
Not analysed yet
Ὅτι δὲ οὐκ ἀγνοοῦντες ἔνιοι τῶν συγγραφέων τὸ ἔθνος ἡμῶν ἀλλ ̓ ὑπὸ φθόνου τινὸς ἢ δι ̓ ἄλλας αἰτίας οὐχ ὑγιεῖς τὴν μνήμην παρέλιπον, τεκμήριον οἶμαι παρέξειν. Ἱερώνυμος γὰρ ὁ τὴν Περὶ τῶν διαδόχων ἱστορίαν συγγεγραφὼς, κατὰ τὸν αὐτὸν μὲν χρόνον ἦν Ἑκαταίῳ, φίλος δ ̓ ὢν τοῦ Ἀντιγόνου (libri Ἀντιόχου) βασιλέως, τὴν Συρίαν ἐπετρόπευεν. Ἀλλ ̓ ὅμως Ἑκαταῖος μὲν τὸ βιβλίον ἔγραψε περὶ ἡμῶν, Ἱερώνυμος δ'οὐδαμοῦ κατὰ τὴν ἱστορίαν ἐμνημόνευσε, καίτοι σχεδὸν ἐν τοῖς τόποις διατετροφώς.