Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. V.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 1-5
Not analysed yet
Ἐν δὲ τοῖς ἑξῆς περὶ τῆς Ἄρκτου παντελῶς δοκοῦσί μοι ἀγνοεῖν, ὁ μὲν Eὔδοξος οὕτως λέγων· „ὑπὸ δὲ „τὴν κεφαλὴν τῆς Μεγάλης Ἄρκτου οἱ Δίδυμοι κεῖνται, „κατὰ μέσον δὲ ὁ Καρκίνος, ὑπὸ δὲ τοὺς ὀπισθίους „πόδας ὁ Λέων. “ὁ δὲ Ἄρατος· κρατὶ δέ οἱ Δίδυμοι, μέσσῃ δʼ ὕπο Καρκίνος ἐστί, ποσσὶ δʼ ὀπισθοτέροισι Λέων ὕπο καλὰ φαείνει. οἷς ὅ τε Ἄτταλος καὶ οἱ λοιποὶ πάντες συνεπιγράφονται.