Ancient Greek · ~2 min
19 to 20
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 19-2-20
Not analysed yet
μηδὲν ὁμοίας αὐτὰς ὑπάρχειν. οὐ δοκεῖ δέ μοι διὰ τοῦτο λέγειν αὐτὰς ,,φαέων ἐπιμεμφέας· καὶ „μηδὲν ἀγαυάς“, ἀλλʼ ὡς ἂν μὴ λαμπράς· καὶ γὰρ ἐν ταῖς Συνανατολαῖς οὕτως λέγει περὶ αὐτῶν· οὐδʼ ἂν ἐπερχόμεναι Χηλαὶ καὶ λεπτὰ φάουσαι ἄφραστοι παρίοιεν. ἐπιφέρει γοῦν εὐθέως· ἐπεὶ μέγα σῆμα Βοώτης ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο· ὡς ἂν ἐκ τοῦ Ἀρκτούρου ἡμῶν δυναμένων σημειώσασθαι τὰς Χηλάς, καθʼ αὐτὰς δὲ μὴ ῥᾳδίως διὰ τὴν μικρότητα αὐτῶν, ὡς ὑπολαμβάνει· τὰ γὰρ ἀμαυροὺς ἀστέρας ἔχοντα τῶν ἄστρων εἴθισται καλεῖν ὡς ἐπὶ πολὺ „λεπτὰ καὶ ,οὐδὲν ἀγαυά.