Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. IX.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 1-9
Not analysed yet
Ἐν δὲ τοῖς ἐξῆς περὶ τῶν τροπικῶν καὶ τοῦ ἰση- μερινοῦ καὶ τοῦ ζῳδιακοῦ κύκλου λέγων φησίν· αὐτοὶ δʼ ἀπλατέες καὶ ἀρηρότες ἀλλήλοισι πάντες, ἀτὰρ μέτρῳ γε δύω δυσὶν ἀντιφέρονται. γραφομένου δὴ διχῶς καὶ ἐν οἷς μέν· ,,αὐτοὶ δʼ ἀπλατέες· ,ἐν οἷς δέ· „αὐτοὶ δὲ πλατέες“, ὁ Ἄτταλός φησι βέλτιον εἶναι ,,αὐτοὶ δὲ πλατέες“. „καὶ γὰρ οἱ „ἀστρολόγοι, φησί, πλατεῖς ὑποτίθενται τούς τε τροπι- „κοὺς καὶ τὸν ἰσημερινὸν καὶ τὸν ζῳδιακὸν διὰ τὸ „τὸν ἥλιον τὰς τροπὰς μὴ ἀεὶ ἐπὶ τοῦ αὐτοῦ κύκλου ,,πτοιεῖσθαι, ἀλλὰ ποτὲ μὲν νοτιώτερον, ποτὲ δὲ βορειό-