Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. VIII.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 23
Not analysed yet
Ἀκολούθως δὲ τούτοις ἠγνόηται καὶ τὸ ἐπιφερό- μενον παῤ αὐτοῦ· αὐτὰρ ὁ δεξιτερὴν αἰεὶ τανύοντι ἔοικεν ἀντία δινωτοῖο Θυτηρίου· μεταξὺ γὰρ τῆς δεξιᾶς χειρὸς καὶ τοῦ Θυ〈μια⟩τηρίου τό τε Θηρίον ὅλον κεῖται καὶ τοῦ Σκορπίου τὰ πλεῖστα μέρη. ἡ μὲν γὰρ δεξιὰ χεὶρ περὶ τὴν ηʹ μοῖραν· τῶν Χηλῶν κεῖται, τὸ δὲ Θυμιατήριον ὑπὸ τοῖς ἐσχάτοις μέρεσι τοῦ Σκορπίου, ὡς καὶ αὐτὸς ὁ Ἄρατος λέγει· αὐτὰρ ὑπʼ αἰθομένῳ κέντρῳ τέραος μεγάλοιο, Σκορπίου, ἄγχι νότοιο, Θυτήριον αἰωρεῖται.