Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Pars prior. Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 10
Not analysed yet
Ἐπὶ δὲ τοῦ Ἡνιόχου ὁ μὲν Εὔδοξός φησι· „κατέ- „ναντι δὲ τῆς κεφαλῆς τῆς Μεγάλης Ἄρκτου ὁ Ἡνίοχος „ἔχει τοὺς ὤμους λοξὸς ὢν ὑπὲρ τοὺς πόδας τῶν „Διδύμων, ἔχων τὸν δεξιὸν πόδα κοινὸν τῷ ἐν ἄκρῳ „τῷ ἀριστερῷ κέρατι τοῦ Ταύρου ὁ δὲ Ἄρατος ἐπ αὐτοῦ φησιν οὕτως· Ἑλίκης δέ οἱ ἄκρα κάρηνα ἀντία δινεύει. καὶ πάλιν· λαιοῦ δὲ κεράατος ἄκρον καὶ πόδα δεξιτερὸν παρακειμένου Ἡνιόχοιο εἷς ἀστὴρ ἐπέχει.