Ancient Greek · ~4 min
7 to 9
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 7-2-9
Not analysed yet
Τὸν δὲ Στέφανον ὁ μὲν Εὔδοξός φησιν ὑπὸ τὸν νῶτον τοῦ Ἐνγούνασι κεῖσθαι· ὁ δὲ Ἄρατος· νώτῳ μὲν Στέφανος πελάει, κεφαλῇ γε μὲν ἄκρῃ σκέπτεο πὰρ κεφαλὴν Ὀφιούχεο〈ν〉. περὶ ὧν καὶ ὁ Εὔδοξός φησι· „πλησίον δʼ ἐστὶ τῆς „τούτου κεφαλῆς ἡ τοῦ Ὀφιούχου κεφαλή. “Περὶ δὲ τῆς θέσεως τῆς Μεγάλης Ἄρκτου ὁ μὲν Εὔδοξός φησιν· „ὑπὸ δὲ τὴν κεφαλὴν τῆς Μεγάλης „Ἄρκτου οἱ Δίδυμοι κεῖνται, 〈κατὰ μέσον δὲ ὁ Καρκί- „νος,〉 ὑπὸ δὲ τοὺς ὀπισθίους πόδας ὁ Λέων. πρὸ „δὲ τῶν ἐμπροσθίων ποδῶν τῆς Ἄρκτου ἀστήρ ἐστι „〈λαμπρός〉, λαμπρότερος δὲ ὑπὸ τὰ ὀπίσθια γόνατα, „καὶ ἄλλος ὑπὸ τοὺς ὀπισθίους πόδας ὁ δὲ Ἄρατος· κρατὶ δέ οἱ Δίδυμοι, μέσση δʼ ὕπο Καρκίνος ἐστί, ποσσὶ δʼ ὀπισθοτέροισι Λέων ὕπο καλὰ φαείνει. ἐπὶ δὲ τῶν εἰρημένων ἀστέρων· τοῖός οἱ πρὸ ποδῶν φέρεται καλός τε μέγας τε εἷς μὲν ὑπωμαίων, εἷς δʼ ἰξυόθεν κατιόντων, ἄλλος δʼ οὐραίοις ὑπὸ γούνασιν.