Ancient Greek · ~3 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. VI.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 10-10
Not analysed yet
Τῆς δὲ Ἀνδρομέδας δυνούσης συγκαταδύνει μὲν αὐτῇ ὁ ζῳδιακὸς ἀπὸ Ἰχθύων β΄ καὶ κ΄ μοίρας μέσης ἕως Κριοῦ η΄ καὶ κ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Διδύμων α΄ καὶ κ΄ μέσης ἕως Λέοντος β΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῷ δεξιῷ ποδί. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν ὅ τε ἐν τῷ ῥύγχει τῆς Μεγάλης Ἄρκτου, καὶ ὁ ἐν τῇ κεφαλῇ τοῦ ἡγουμένου Διδύμου, καὶ τοῦ Κυνὸς ὁ βορειότατος τῶν ἐν τῇ κεφαλῇ· ἔσχατον δὲ μεσουρα- νοῦσι τοῦ τε Δράκοντος ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ ὁ μέσος τῶν ἐν τῷ τραχήλῳ τοῦ Λέοντος τριῶν ἐπ᾿ εὐθείας, καὶ τοῦ Ὕδρου ὁ τρίτος τῶν μετὰ τὸν λαμπρὸν πρὸς ἀνατολὰς τεσσάρων. Δύνει δὲ ἡ Ἀνδρομέδα ἐν ὥραις τρισὶν ὡς ἔγγιστα.