Ancient Greek · ~3 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. VI.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 11-11
Not analysed yet
Τοῦ δὲ Ἵππου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ὑδροχόου μοίρας ιγ΄ μέσης ἕως Ἰχθύων μοίρας ιγ΄· μεσουρανεῖ δὲ ἀπὸ Ταύρου δ΄ μέσης ἕως Διδύμων ια΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τῷ στόματι αὐτοῦ λαμπρός, ἔσχατος δὲ ὁ ἐπὶ τῆς ὀσφύος λαμπρός. Μεσουρανοῦσι δὲ τῶν ἄλλων 〈ἀστέρων〉 πρῶτοι μὲν ὅ τε βορειότερος τῶν μεταξὺ τοῦ ὀξέος τῆς Πλειάδος καὶ τῶν Ὑάδων τῶν ἐν τῷ ἀριστερῷ μετώπῳ 〈τοῦ Ταύρου〉, καὶ τοῦ Ταύρου ὁ ἐν τῇ ὠμοπλάτῃ, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ· ἔσχατοι δὲ μεσου- ρανοῦσι τῶν Διδύμων ὅ τε τρίτος ἀπὸ δύσεως ποὺς καὶ ὁ ἡγούμενος τῶν ἐν τοῖς γόνασι τριῶν. Δύνει δὲ ὁ Ἵππος ἐν ὥραις δυσὶ καὶ ἡμιωρίῳ.