Ancient Greek · ~3 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. III.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 10-13
Not analysed yet
Τῷ δὲ Κριῷ συνανατέλλει μὲν ὁ ζῳδιακὸς ἀπὸ Ἰχθύων μοίρας ιθ΄ μέσης ἕως Κριοῦ α΄ καὶ κ΄· μεσου- ρανεῖ δὲ ἀπὸ Τοξότου μοίρας δ΄ καὶ κ΄ μέσης ἕως Αἰγόκερω ιδ΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐπὶ τοῦ ἐμπροσθίου ποδός, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ. Μεσουρανεῖ δὲ τῶν ἄλλων 〈πρῶτος μὲν〉 τῆς τε Λύρας ὁ ἡγούμενος τῶν ἐν τῷ ζυγώματι, καὶ τοῦ Τοξότου ὁ ἑπόμενος τῶν ἐν τῷ νώτῳ, ὡς δύο μέρη πήχεως προηγούμενος τοῦ μεσημβρινοῦ· ἔσχατος δὲ μεσουρανεῖ τοῦ τε Ὑδροχόου ὁ ἑπόμενος τῶν ἐν τῇ ἀριστερᾷ χειρί, καὶ τοῦ Αἰγόκερω ὁ ἐν τῷ στήθει, καὶ τοῦ Δελφῖνος ὁ ἡγούμενος τῶν ἐν τῇ οὐρᾷ. Ἀνατέλλει δὲ ὁ Κριὸς ἐν ὥρᾳ μιᾷ καὶ δυσὶ πεμπτη- μορίοις.