Ancient Greek · ~3 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. III.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 11-14
Not analysed yet
Τοῦ δὲ Ταύρου ἀνατέλλοντος, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας ζ΄ ἕως Ταύρου μοίρας θ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοίρας β΄ καὶ κ΄ μέσης ἕως Ὑδροχόου θ΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ νοτιώτατος τῶν ἐν τῇ ἀποτομῇ τεσσάρων, ἔσχατος δὲ ὁ ἐν ἄκρῳ τῷ δεξιῷ κέρατι. Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τοῦ Ὄρνιθος ὁ ἐν μέσῃ τῇ οὐρᾷ λαμπρός, ἔσχατος δὲ τοῦ Κηφέως ὁ προηγούμενος τῶν ἐν τῇ κεφαλῇ τριῶν καὶ ὁ δεξιὸς αὐτοῦ πούς, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημ- βρινοῦ, καὶ ὁ μέσος τῶν ἐν τῇ κάλπιδι τοῦ Ὑδροχόου, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Ταῦρος ἐν ὥρᾳ μιᾷ καὶ ὀγδόῳ μέρει.