Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. IV.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 10-3
Not analysed yet
πρὸς δὲ τούτῳ καὶ τὸν σχηματισμὸν ἡμῖν τοῦ Ἐνγόνασι καὶ τὴν θέσιν διασαφεῖν βουλόμενος ὁ Ἄρατος εὐλόγως ἂν σημαίνοι καὶ ποῖος αὐτοῦ ποὺς κεῖται ἐπὶ τῆς τοῦ Δράκοντος κεφαλῆς· οὐ γὰρ ἄλλως παρατίθησι τὴν τοῦ Δράκοντος κεφαλήν, ἀλλʼ ἵνα τῇ θέσει τοῦ Ἐνγόνασι παρακολουθῶμεν, ὅπερ καὶ ἐπὶ ἄλλων