Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. IV.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 11-3
Not analysed yet
πλειόνων ποιεῖ. καθάπερ καὶ ἐπʼ αὐτοῦ τοῦ Ἐνγόνασι τὰ ἄλλα αὐτοῦ μέρη 〈διασαφῶν〉 φησι· νώτῳ μὲν Στέφανος πελάει, κεφαλῇ γε μὲν ἄκρῃ σκέπτεο πὰρ κεφαλὴν Ὀλφιούχεον. καὶ ἔτι τῇ Λύρᾳ, φησί, γούνατί οἱ σκαιῷ πελάει. καὶ ὡς ἐπὶ τοῦ Περσέως· ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι Πληϊάδες φορέονται. καὶ πάλιν· καί οἱ δεξιτερὴ μὲν ἐπὶ κλισμὸν τετάνυσται πενθερίου δίφροιο. καὶ ὡς ἐπὶ τοῦ Ὄρνιθός φησι· κατὰ δεξιὰ χειρὸς Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα φαίνων. καὶ ἐπʼ ἄλλων δὲ πλειόνων τὰς παραθέσεις τῶν ἄστρων διασαφῶν σημαίνει, πότερον τὰ δεξιὰ ἢ τὰ ἀριστερὰ παράκειται.