Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. VII.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 10-5
Not analysed yet
Ἐπλανήθη δὲ ὁ Ἄτταλος διὰ τὸ τῷ ἐπὶ τοῦ Τοξότου εἰρημένῳ „ὁ δʼ ἀνέρχεται αὐτίκα μᾶλλον “συνάπτειν τὸ „τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος καὶ τὰ ἑξῆς. πλὴν εἴ τις καὶ τοῦτο συγχωρήσειεν αὐτῷ, οὐδʼ οὕτως δύναται ὁ Ἄρατος „μετρίως λέγειν, ὥς φησιν ὁ Ἄτταλος, τούτου ἀνατέλλοντος „ὕψι μάλα τροχάειν