Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. VII.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 9-5
Not analysed yet
ἀνατέλλων ληγούσης τῆς νυκτός“. εὔλογον τοίνυν καὶ τὰ λοιπὰ σημεῖα ἔτι νυκτὸς οὔσης ὑπογράφειν αὐτὸν ἡμῖν, εἰ μέλλει σημεῖα εἶναι. δῆλον δὲ τοῦτο γίνεται καὶ ἐκ τοῦ αὐτὸν τὸν Ἄρατον ἐπὶ μὲν τῆς Ἄρκτου λέγειν· „τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος ἀκρόθι νυκτός“, ὡς ἂν περὶ τὰ ἔσχατα τῆς νυκτός· ἐπὶ δὲ τοῦ Ὠρίωνος· „ὁ δὲ δύεται ἠῶθι πρό· “ὅπερ ἐστὶ πρὸ τῆς ἠοῦς, καὶ οὐ, μὰ Δία, [πρὸ] τοῦ ἡλίου ἤδη ἀνατέλλοντος ἐν τῇ ἀρχῇ τοῦ Τοξότου.