Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. X.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 10-6
Not analysed yet
Ἑξῆς δέ φησιν· ἡ δʼ ὀλίγον φέρεται νοτιωτέρη, οὐδʼ ἐπιβάλλει, Παρθένος· ἀλλὰ Λέων καὶ Καρκίνος, οἱ μὲν ἅμʼ ἄμφω ἑξείης κέαται βεβλημένοι, αὐτὰρ ὁ κύκλος τὸν μὲν ὑπὸ στῆθος καὶ γαστέρα μέχρι παῤ αἰδῶ τέμνει, τὸν δὲ διηνεκέως ὑπένερθε χελείου, Καρκίνον, ἧχι μάλιστα διχαιόμενόν κε νοήσαις ὀρθόν, ἵνʼ ὀφθαλμοὶ κύκλου ἑκάτερθεν ἴοιεν. ταῦτά μοι δοκεῖ συμφώνως τοῖς φαινομένοις εἰρηκέναι· τῶν τε γὰρ ἐν τῷ στήθει τοῦ Λέοντος ὁ μὲν νοτιώτατος καὶ λαμπρότατος, ὃν δή τινες ἐν τῇ καρδίᾳ τιθέασι, μικρῷ νοτιώτερός ἐστι τοῦ τροπικοῦ· ὁ δὲ μετὰ τοῦτον πρὸς [τὰς] ἄρκτους αὐτοῦ κείμενος μικρῷ βορειότερός