Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. X.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 9-8
Not analysed yet
Ἑξῆς δέ φησι· καλοί τʼ Ὀφιούχεοι ὦμοι αὐτὸν δινεύονται ἐληλάμενοι περὶ κύκλον. ἐν δὲ τούτοις τελέως ἀγνοεῖ· τῶν γὰρ τοῦ Ὀφιούχου ὤμων ὁ μὲν δεξιὸς πολλῷ ἔγγιον κεῖται τοῦ ἰση- μερινοῦ ἤπερ τοῦ τροπικοῦ, ὁ δὲ ἀριστερὸς τρίτῳ μέρει ἑνὸς ζῳδίου νοτιώτερός ἐστι τοῦ τροπικοῦ· ὁ μὲν γὰρ δεξιὸς ὦμος βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοίραις ἔγγιστα ζʹ, ὁ δὲ ἀριστερὸς ὡς ἔγγιστα μοίραις ιεʹ.