Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. V.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 10-9
Not analysed yet
Τῆς δὲ Ἀνδρομέδας ἀνατελλούσης συνανατέλλει μὲν αὐτῇ ὁ ζῳδιακὸς ἀπὸ Αἰγόκερω ιε΄ μοίρας ἕως Ὑδροχόου μοίρας δ΄ καὶ κ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Σκορπίου Ϛ΄ μέσης ἕως Τοξότου η΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει αὐτῆς ὁ βορειότερος τῶν ἐν τῇ δεξιᾷ χειρί, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ χειρί. Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν τοῦ Στεφάνου ὁ ἐχόμενος τοῦ λαμπροῦ, ἔσχατος δὲ ὁ ἀριστερὸς ἀγκὼν τοῦ Ἐνγόνασιν. Ἀνατέλλει δὲ ἡ Ἀνδρομέδα ἐν ὥραις δυσὶ καὶ ὀγδόῳ μέρει.