Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. V.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 9-11
Not analysed yet
Τῆς δὲ Κασσιεπείας ἀνατελλούσης συνανατέλλει μὲν ὁ ζῳδιακὸς ἀπὸ [τοῦ] Τοξότου β΄ καὶ κ΄ μοίρας ἕως Αἰγόκερω ιβ΄· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν μοίρας ια΄ ἕως Σκορπίου γ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν τῷ θρόνῳ αὐτῆς λαμπρός, ἔσχατος δὲ ὁ ἐν τῇ κεφαλῇ. Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν τοῦ Κενταύρου ὁ νοτιώτερος τῶν ὑπὸ τὸν δεξιὸν ὦμον, 〈ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ,〉 καὶ ὁ Ἀρκτοῦρος, ἔσχατος δὲ ὁ μέσος τῶν ἐν τῷ μετώπῳ τοῦ Σκορπίου, καὶ τοῦ Στεφάνου ὁ προηγούμενος τοῦ λαμπροῦ. Ανατέλλει δὲ ἡ Κασσιέπεια ἐν ὥρᾳ μιᾷ καὶ τρίτῳ μέρει.