Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. I.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 11-12
Not analysed yet
Τοῦ δὲ Λαγωοῦ ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Διδύμων μοίρας ζ΄ καὶ κ΄ ἕως Καρκίνου ιβ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοίρας δ΄ ἕως Ἰχθύων μοίρας ε΄ καὶ κ΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τῶν ἐν τοῖς ὠσὶ τεσσάρων ὁ ἡγού- μενος τῶν βορειοτέρων, ἔσχατος δὲ ὁ νοτιώτερος τῶν ἐν τοῖς ὀπισθίοις ποσί. Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τοῦ τε Ἵππου ὁ ἐπὶ τῆς ὀσφύος λαμπρός, καὶ τοῦ Κηφέως ὁ ἀριστερὸς πούς, ἔσχατος δὲ τοῦ Κήτους τῶν ἐν τῷ τετραπλεύρῳ ὁ βορειότερος τῶν ἡγουμένων. Ανατέλλει δὲ ὁ Λαγωὸς ἐν ὥρᾳ μιᾷ καὶ πέμπτῳ μέρει.