Ancient Greek · ~3 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. I.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 12-11
Not analysed yet
Ὅταν δὲ ὁ Κύων ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Καρκίνου μοίρας ιε΄ ἕως Λέοντος μοίρας ε΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοίρας η΄ καὶ κ΄ ἕως Κριοῦ δ΄ καὶ κ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν ἄκρῳ τῷ ἐμπροσθίῳ καὶ βορειο- τέρῳ ποθί, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ. Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν ὁ ἐν τοῖς ποσὶ τῆς Κασσιεπείας, καὶ ὁ βορειότερος τῶν ἐν τῷ δεξιῷ ποδὶ τῆς Ἀνδρομέδας, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ τοῦ Περσέως ὁ ἐν τῷ δεξιῷ μηρῷ λαμπρός, καὶ τοῦ Κριοῦ ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ. Ἀνατέλλει δὲ ὁ Κύων ἐν ὥρᾳ μιᾷ καὶ δυσὶ μέρεσιν ὥρας.