Ancient Greek · ~3 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 12-12
Not analysed yet
Τοῦ δὲ Κυνὸς δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας ια΄ ἕως Ταύρου μοίρας θ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος μοίρας ιζ΄ ἕως Παρθένου ια΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τοῖς ὀπισθίοις ποσὶ λαμπρός, ἔσχατος δὲ ὁ νοτιώτατος τῶν ἐν τῇ κεφαλῇ ἐκφανῶν. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς τε Ἄρκτου ὁ ἡγούμενος τῶν ἐν τοῖς ὀπισθίοις ποσί, καὶ τοῦ Λέοντος ὁ ἐπὶ τῆς ὀσφύος· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Κόρακος ὁ ἐν τοῖς ποσί, καὶ τῆς Παρθένου ὁ νοτιώτερος ὦμος, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεωος. Δύνει δὲ ὁ Κύων ἐν τρισὶν ἡμιωρίοις.