Ancient Greek · ~3 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 11-13
Not analysed yet
Τοῦ δὲ Λαγωοῦ δύνοντος συγκαταδύνει μὲν ὁ ζῳδιακὸς ἀπὸ Κριοῦ μοίρας ζ΄ καὶ κ΄ μέσης ἕως Ταύρου ιδ΄· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου μοίρας λ΄ ἕως Λέοντος μοίρας α΄ καὶ κ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τοῖς ἐμπροσθίοις ποσίν, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς τε Ἄρκτου τοῦ πλινθίου] ὁ ἐπὶ τῶν ὤμων αὐτῆς, καὶ τοῦ Δράκοντος ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τοῦ Λέοντος ὁ ἐν τῇ καρδίᾳ, καὶ τῆς Ἀργοῦς ὁ βορειότερος τῶν ἐν τῇ ἀποτομῇ, μικρὸν προηγούμενος τοῦ μεσημ- βρινοῦ· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Λέοντος ὅ τε ὀπίσθιος ποὺς καὶ ὁ ἐν τοῖς ὀπισθίοις σκέλεσι, καὶ τοῦ Κρατῆρος ὁ νοτιώτατος τῶν ἐν τῇ βάσει. Δύνει δὲ ὁ Λαγωὸς ἐν ὥρᾳ μιᾷ καὶ τρίτῳ μέρει.