Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. IV.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 12-14
Not analysed yet
Τῶν δὲ Διδύμων δυνόντων συγκαταδύνει μὲν αὐτοῖς ὁ ζῳδιακὸς ἀπὸ Διδύμων μοίρας δ΄ ἕως Καρκίνου β΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου μοίρας ιζ΄ ἕως Χηλῶν β΄ καὶ κ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ καλούμενος Πρόπους, ἔσχατος δὲ ὁ ἐν τῇ δεξιᾷ χειρὶ τοῦ ἑπομένου Διδύμου. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ ὅ τε Προτρυγητὴρ καὶ τῆς Παρθένου ὁ δεξιὸς ὦμος, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ· ἔσχατον δὲ μεσουρανεῖ τῶν Χηλῶν ὁ ἐν ἄκρᾳ τῇ βορείᾳ χηλῇ λαμπρός, ὡς δύο μέρη πήχεως ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Δύνουσι δὲ οἱ Δίδυμοι ἐν ὥραις δυσὶ καὶ ἕκτῳ μέρει.