Ancient Greek · ~3 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. IV.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 11-15
Not analysed yet
Τοῦ δὲ Ταύρου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Κριοῦ μοίρας κ΄ ἕως Ταύρου μοίρας ϛ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου μοίρας β΄ καὶ κ΄ μέσης ἕως Παρθένου ζ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ νοτιώτατος τῶν ἐν τῇ ἀποτομῇ τεσσάρων, ἔσχατος δὲ ὁ ἐν ἄκρῳ τῷ ἀριστερῷ κέρατι. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Ὕδρου ὁ νοτιώτατος τῶν ἐν τῷ τραχήλῳ τριῶν [ἔγγιστα] τῶν ἀπʼ ἄρκτου κειμένων τοῦ λαμπροῦ, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ· ἔσχατον δὲ μεσουρανοῦσι τῆς τε Παρθένου ὁ ἐν μέσῃ τῇ ἀριστερᾷ πτέρυγι, μικρὸν προηγούμενος τοῦ μεσημ- βρινοῦ, καὶ τοῦ Κόρακος ὁ ἐν μέσῳ τῷ σώματι μικρός. Δύνει δὲ ὁ Ταῦρος ἐν ὥραις τρισί.