Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 13-6
Not analysed yet
ὁ δὲ Εὔδοξος γράφει οὕτως· „ὅταν ὁ Κριὸς ἀνατέλλῃ, „τῶν μὲν πρὸς ἄρκτους τοῦ Ἀρκτοφύλακος οἱ πόδες „δύνουσι, τῶν δὲ πρὸς νότον τοῦ Θηρίου τὸ λοιπόν. “ἐν δὲ τῇ ἀρχῇ τοῦ περὶ τῶν ἀνατολῶν λόγου διελθών, ὅσα ἐπὶ δύσεως καὶ ἀνατολῆς ἐστιν ἀρχομένου τοῦ Καρκίνου ἀνατέλλειν, ἑξῆς φησιν· „ὅταν δʼ ὁ Καρκίνος „ἀνατέλλῃ, τῶν μὲν πρὸς ἄρκτους οὐθὲν ἀνίσχει, „τῶν δὲ πρὸς νότον ὁ Λαγωός, καὶ τοῦ Κυνὸς τὰ „ἐμπρόσθια, καὶ ὁ Προκύων, καὶ τοῦ Ὕδρου ἡ κεφαλή· „δύνει δὲ τῶν μὲν πρὸς ἄρκτους ἡ τοῦ Ἀρκτοφύλακος „κεφαλή δῆλον οὖν ὅτι καὶ κατὰ τὸν Εὔδοξον τὰ μὲν πρῶτα μέρη τοῦ Ἀρκτοφύλακος ἀντικαταδύνει τῷ Κριῷ, τὰ δὲ ἔσχατα τῷ Καρκίνῳ.