Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 12-8
Not analysed yet
νειν, Κριῷ τε καὶ Ταύρῳ καὶ Διδύμοις καὶ Καρκίνῳ. ὁ μὲν γὰρ Ἄρατος τοῦ Ταύρου πρὸς τῇ ἀνατολῇ ὄντος φησί· δύνει δʼ Ἀρκτοφύλαξ ἤδη πρώτῃ ἐπὶ μοίρῃ τάων, αἳ πίσυρές μιν ἄτερ χειρὸς κατάγουσιν· ὥστε τῷ Κριῷ ἀνατέλλοντι ἄρχεσθαι αὐτὸν ἀντικατα- δύνειν. ἀκολούθως δὲ ταύτῃ τῇ ὑποθέσει καὶ τοῦ Καρκίνου ἀρχομένου ἀνατέλλειν λέγει ταυτί· οὐδʼ ἂν ἔτʼ Ἀρκτοφύλαξ εἴη πολὺς ἀμφοτέρωθεν, μείων ἠμάτιος, τὸ δʼ ἐπὶ πλέον ἔννυχος ἤδη· τέτρασι γὰρ μοίραις ἄμυδις κατιόντα Βοώτην Ὠκεανὸς δέχεται.