Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. V.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 13-7
Not analysed yet
Τοῦ δὲ Ἀετοῦ ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Τοξότου μοίρας θ΄ ἕως Τοξότου ιδ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου δ΄ καὶ κ΄ ἕως Παρθένου λ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τοῦ Ἀετοῦ ὁ βορειότερος τῶν ἐν ταῖς πτέρυξι δύο μικρῶν, ἔσχατος δὲ ὁ νοτιώτερος τῶν ἐν τῷ σώματι τριῶν λαμπρῶν. Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν ὁ Στάχυς, ἔσχα- τος δὲ τοῦ Κενταύρου ὁ βορειότερος τῶν ἐν τῇ κεφαλῇ. Ἀνατέλλει δὲ ὁ Ἀετὸς ἐν δυσὶ πεμπτημορίοις τῆς ὥρας.