Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. V.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 14-6
Not analysed yet
Τοῦ δὲ Δελφῖνος ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ [τοῦ] Τοξότου μοίρας κ΄ μέσης ἕως Τοξότου δ΄ καὶ κ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν η΄ μέσης ἕως Χηλῶν ιγ΄. καὶ πρῶτοι μὲν ἀστέρες ἀνα- τέλλουσιν οἱ ἡγούμενοι τῶν ἐν τῷ ῥόμβῳ τεσσάρων, ἔσχατος δὲ τῶν ἐν τῇ οὐρᾷ ὁ νοτιώτερος. Μεσουρανεῖ δὲ 〈ἀστὴρ〉 πρῶτος μὲν ὁ ἀριστερὸς ποὺς τῆς Παρθένου, ἔσχατος δὲ τοῦ Κενταύρου ὁ βορειότατος τῶν ἐν τῷ θύρσῳ, καὶ τῆς Παρθένου ὁ ἀπʼ ἄρκτου κείμενος τοῦ δεξιοῦ γόνατος καὶ τοῦ ποδός, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Δελφὶς ἐν τετάρτῳ μέρει μιᾶς ὥρας.