Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. I.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 13-9
Not analysed yet
Τοῦ δὲ Πρόκυνος ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Καρκίνου δ΄ μοίρας μέσης ἕως Καρκίνου μοίρας θ΄· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοίρας ιε΄ ἕως Ἰχθύων μοίρας κ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἡγούμενος καὶ διπλοῦς, ἔσχατος δὲ ὁ ἑπό- μενος καὶ λαμπρός. Μεσουρανεῖ δὲ τῶν ἄλλων 〈πρῶτος μὲν〉 τῆς τε Κασσιεπείας ὁ ἐν μέσῳ τῷ σώματι, καὶ τοῦ Κήτους τῶν ἐν τῇ οὐρᾷ τεσσάρων οἱ ἑπόμενοι· ἔσχατοι δὲ μεσουρανοῦσι τῆς τε Ἀνδρομέδας ὁ ἑπόμενος τῶν ἐν τῇ ζώνῃ, καὶ τοῦ Κήτους ὁ νοτιώτερος τῶν 〈ἡγου- μένων〉 ἐν τῷ τετραπλεύρῳ. Ἀνατέλλει δὲ ὁ Προκύων ἐν τρίτῳ μέρει ὥρας.