Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Pars prior. Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 14
Not analysed yet
,,τῆς κοιλίας τοῦ Ἵππου· “ὁ δὲ Ἄρατος· τοῦ δʼ ἄρα δαιμονίη προκυλίνδεται οὐ μάλα πολλὴ νυκτὶ φαεινομένη παμμήνιδι Κασσιέπεια. καὶ μετʼ ὀλίγον· αὐτοῦ γὰρ κἀκεῖνο κυλίνδεται αἰνὸν ἄγαλμα Ἀνδρομέδης ὑπὸ μητρὶ κεκασμένον. καὶ πάλιν· ξυνὸς δʼ ἐπιλάμπεται ἀστὴρ τοῦ μὲν ἐπʼ ὀμφαλίῳ, τῆς δʼ ἐσχατόωντι καρήνῳ. καὶ πάλιν ἐπὶ τοῦ Κριοῦ· ζώνῃ δʼ ἂν ὅμως ἐπιτεκμήραιο Ἀνδρομέδης· ὀλίγον γὰρ ὑπʼ αὐτὴν ἐστήρικται. καὶ ἔτι· Ἀνδρομέδης δέ τοι ὦμος ἀριστερὸς Ἰχθύος ἔστω σῆμα βορειοτέρου· μάλα γάρ νύ οἱ ἐγγύθεν ἐστίν.