Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Pars prior. Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 15
Not analysed yet
Ἐπὶ δὲ τοῦ Περσέως ὁ μὲν Εὔδοξος οὕτως λέγει· ,,παρὰ δὲ τοὺς πόδας τῆς Ἀνδρομέδας ὁ Περσεύς ἔχει ,,τοὺς ὤμους, τὴν δεξιὰν χεῖρα πρὸς τὴν Κασσιέπειαν „ἀποτείνων, τὸ δὲ ἀριστερὸν γόνυ πρὸς τὰς Πλειάδας. “ὁ δὲ Ἄρατος περὶ τῆς Ἀνδρομέδας φησίν· ἀμφότεροι δὲ πόδες γαμβροῦ ἐπισημαίνοιεν Περσέως, οἵ ῥά οἱ αἰὲν ἐπωμάδιοι φορέονται. καὶ πάλιν· καί οἱ δεξιτερὴ μὲν ἐπὶ κλισμὸν τετάνυσται πενθερίου δίφροιο. καὶ μετʼ ὀλίγον· ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι Πληϊάδες φορέονται· ὁ δʼ οὐ μάλα πολλὸς ἁπάσας 〈χῶρος ἔχει〉.