Ancient Greek · ~1 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. IV.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 16-2
Not analysed yet
Δοκεῖ δέ μοι καὶ περὶ τῶν ἐν ταῖς χερσὶ τοῦ Ὀφιούχου ἀστέρων κατὰ τὸ μέγεθος αὐτῶν ἀγνοεῖν. τοὺς γὰρ ἐν τοῖς ὤμοις τοῦ Ὀφιούχου φήσας λαμπρούς εἶναι, ὥστε καὶ ἐν πανσελήνῳ ἂν θεωρεῖσθαι, ἐπιφέρει· ἀτὰρ χέρες οὐ μάλʼ ἐῖσαι· λεπτὴ γὰρ 〈καὶ〉 τῇ καὶ τῇ ἐπιδέδρομεν αἴγλη.