Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. IV.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 17-2
Not analysed yet
ἀλλʼ οἱ ἐν ταῖς χερσὶ τοῦ Ὀφιούχου ἀστέρες κοινοί εἰσι καὶ τοῦ Ὄφεως, καθάπερ καὶ αὐτὸς ὁ Ἄρατος λέγει· ἀμφότεραι δʼ Ὄφιος πεπονείαται. οἱ δʼ ἐν τῷ Ὄφει ἀστέρες, ὃν ἔχει ὁ Ὀφιοῦχος, οὐ λειπόμενοί εἰσι τῇ λαμπρότητι τῶν ἐν τοῖς ὤμοις [πολλῷ δὲ λαμπρότεροι οἱ ἐν τοῖς ὤμοις]. διὸ καὶ ἐπιστήσειεν ἄν τις, πῶς καὶ ὁ Ἄτταλός φησιν αὐτοὺς 〈μὴ〉 ἱκανῶς λαμπροὺς εἶναι.