Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. X.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 16-4
Not analysed yet
Περὶ δὲ τῶν ἐπὶ τοῦ χειμερινοῦ τροπικοῦ ὁ μὲν Ἄρατός φησιν οὕτως· ἄλλος δʼ ἀντιόωντι νότῳ μέσον Αἰγοκερῆα τέμνει καὶ πόδας Ὑδροχόου καὶ Κήτεος οὐρήν· ἐν δέ οἵ ἐστι Λαγωός· ἀτὰρ Κυνὸς οὐ μάλα πολλὴν αἴνυται, ἀλλʼ ὁπόσην ἐπέχει ποσίν· ἐν δέ οἱ Ἀργὼ καὶ μέγα Κενταύροιο μετάφρενον, ἐν δὲ τὸ κέντρον Σκορπίου, ἐν καὶ τόξον ἀγαυοῦ Τοξευτῆρος. τὰ μὲν οὖν ἄλλα πάντα συμφωνεῖ τοῖς φαινομένοις· οἱ μέντοι γε ἐν τῷ κέντρῳ τοῦ Σκορπίου νοτιώτεροί εἰσι τοῦ χειμερινοῦ τροπικοῦ πλέον ἢ μοίραις ηʹ, μᾶλλον οὖν τὰ μέσα τοῦ Σκορπίου ἐπὶ τοῦ χειμερινοῦ τροπικοῦ κεῖται κύκλου.