Ancient Greek
17 to 18
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 17-5-18
Not analysed yet
Ὁ δὲ Εὔδοξος τὰ μὲν ἄλλα ὁμοίως τούτῳ ἀπο- φαίνεται. τοῦ δὲ Ποταμοῦ τὴν καμπήν φησι κεῖσθαι ἐπὶ τοῦ τροπικοῦ καὶ τοῦ Κυνὸς τοὺς πόδας καὶ τὴν οὐράν. κεῖσθαι δʼ ἐπʼ αὐτοῦ φησι καὶ τὸ Θηρίον, ὃ ἔχει ὁ Κένταυρος. ἀγνοεῖ δὲ κατὰ τοῦτο· πολλῷ γὰρ νοτιώτερόν ἐστι τὸ Θηρίον τοῦ χειμερινοῦ τροπικοῦ. Περὶ δὲ τοῦ ἰσημερινοῦ ὁ μὲν Ἄρατος οὕτως λέγει· σῆμα δέ τοι Κριὸς Ταύροιό τε γούνατα κεῖται, Κριὸς μὲν κατὰ μῆκος ἐληλάμενος διὰ κύκλου, Ταύρου δὲ σκελέων, ὅσση περιφαίνεται ὀκλάς. ἐν δὲ τούτοις ἠγνόηται τὰ περὶ τὸν Κριόν· ὅλος γὰρ βορειότερός ἐστι τοῦ ἰσημερινοῦ· μόνος δὲ ὁ ἐν τοῖς ὀπισθίοις ποσὶν αὐτοῦ κείμενος ἀστὴρ ἐπʼ αὐτοῦ τοῦ ἰσημερινοῦ φέρεται.