Ancient Greek
16 to 17
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 16-7-17
Not analysed yet
φανερὸν δὲ τοῦτο διὰ πλειόνων αὐτὸς ποιεῖ, καθάπερ εὐθέως ἐπὶ τοῦ Ἐνγόνασι, λέγων οὕτως· αὐτὰρ ὅ γʼ ἐξόπιθεν τετραμμένος, ἀλλʼ ὁ μὲν οὔπω γαστέρι νειαίρῃ, τὰ δʼ ὑπέρτερα νυκτὶ φορεῖται. τὰ μέντοι γε ἐπιφερόμενα οὐδὲν ἔτι πρὸς αὐτὴν τὴν δύσιν αὐτοῦ τείνοντα λέγει, ἀλλʼ ὡς συμβεβηκὸς αὐτῷ· ὁ δʼ ἐπὴν φάεος κορέσηται, βουλυτῷ ἐπέχει πλεῖον δίχα νυκτὸς ἰούσης, 〈ἦμος ὅτʼ ἠελίοιο κατερχομένοιο δύηται. κεῖναί οἱ καὶ νύκτες ἐπʼ ὁψὲ δύοντι λέγονται. 〉ὅταν γὰρ ταῖς Χηλαῖς ἄρχηται συγκαταδύνειν τοῦ ἡλίου ἐν αὐταῖς ὄντος, ἐν ᾧ καταδύνει καιρῷ αἱ νύκτες