Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 18-7
Not analysed yet
ἐπʼ Αρκτούρῳ λέγονται. ὁ δὲ ὅλην τε τὴν ἡμέραν ὑπὲρ γῆς φέρεται διὰ τὸ τῇ Παρθένῳ αὐτὸν συνανα- τέλλειν καὶ δύνει πλείονα χρόνον ἢ τὸ ἥμισυ τῆς νυκτός, ἐπεὶ τοῖς τέσσαρσι ζῳδίοις συγκαταδύνει. ὅτι δὲ τῇ Παρθένῳ κατʼ αὐτὸν συνανατέλλει, φανερὸν ποιεῖ ἐν τούτοις· οὐδʼ ἂν ἐπερχόμεναι Χηλαί, καὶ λεπτὰ φάουσαι, ἄφραστοι παρίοιεν, ἐπεὶ μέγα σῆμα, Βοώτης, ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο.