Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. V.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 16-8
Not analysed yet
Τοῦ δὲ Ἡνιόχου ἀνατέλλοντος συνανατέλλει μὲν ὁ ζῳδιακὸς ἀπὸ Ἰχθύων μοίρας ια΄ μέσης ἕως Ταύρου ις΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου κ΄ μοίρας ἕως Αἰγόκερω θ΄ καὶ κ΄. καὶ πρῶτοι μὲν ἀστέρες ἀνα- τέλλουσιν οἱ ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ ποδί. Μεσουρανεῖ δὲ πρῶτος μὲν ἀστὴρ τοῦ Τοξότου ὁ ἡγούμενος τῶν ἐν τῇ ἐφαπτίδι καὶ ὁ μέσος τῶν ἐν τῷ νώτῳ, καὶ τοῦ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, ὁ δεύτερος ἀπʼ ἄκρας τῆς οὐρᾶς ἀριθμούμενος· ἔσχατος δὲ μεσουρανεῖ ὁ ἐν τῷ ῥύγχει τοῦ Ἵππου λαμπρός, καὶ τοῦ Ὄρνιθος ὁ ἑπόμενος 〈τῶν〉 ἐν τῷ ἀριστερῷ ποδί, καὶ τοῦ Κηφέως ὁ νοτιώτερος τῶν προηγουμένων τοῦ δεξιοῦ ὤμου δύο ἐκφανῶν. Ἀνατέλλει δὲ ὁ Ἡνίοχος ἐν ὥραις τρισί.