Ancient Greek · ~3 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. V.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 15-8
Not analysed yet
Τοῦ δὲ Περσέως ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Αἰγόκερω ε΄ καὶ κ΄ μοίρας ἕως Κριοῦ ιδ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Σκορπίου ιϛ΄ μέσης ἕως Αἰγόκερω η΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν τῇ ἅρπῃ νεφελοειδής, ἔσχατοι δὲ οἱ ὑπὲρ τὴν Πλειάδα ἐν τῷ ἀριστερῷ ποδὶ κείμενοι. Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν ὁ ἐν μέσῳ τῷ Θυμιατηρίῳ λαμπρός, καὶ τοῦ Ἐνγόνασιν ὁ προηγού- μενος τοῦ δεξιοῦ ὤμου ἐν τῷ βραχίονι, ἔσχατος δὲ τοῦ Αἰγόκερω ὁ βορειότερος τῶν ἐν τοῖς γονατίοις, καὶ τοῦ Ὄρνιθος ὁ βορειότερος τῶν ἐν τῇ δεξιᾷ πτέρυγι, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Περσεὺς ἐν ὥραις τρισὶ καὶ ἡμίσει καὶ τρίτῳ μέρει ὥρας.