Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. VI.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 16-9
Not analysed yet
Τοῦ δὲ Ἡνιόχου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας γ΄ καὶ κ΄ ἕως Καρκίνου β΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου β΄ ἕως Χηλῶν β΄ καὶ κ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τῷ ἀριστερῷ ποδί, ἔσχατοι δὲ οἱ ἐν τῇ κεφαλῇ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν τοῦ Δράκοντος ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ καὶ τοῦ Στεφάνου ὁ βορειότατος, ἔσχατον δὲ 〈τῶν Χηλῶν〉 ὁ ἐν μέσῃ τῇ νοτίᾳ χηλῇ. Δύνει δὲ ὁ Ἡνίοχος μικρῷ πλεῖον ἢ ἐν ὥραις τρισίν.