Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. VI.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 15-9
Not analysed yet
Τοῦ δὲ Περσέως δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας β΄ ἕως Ταύρου μοίρας θ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος Ϛ΄ μέσης ἕως Παρθένου ι΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει τῶν ἐν τῷ γοργονίῳ ὁ βορειότερος τῶν ἡγουμένων, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ γόνατι. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν ὅ τε ἐν τῇ γαστρὶ τοῦ Λέοντος, ὡς ἡμιπήχιον ὑπο- λειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Ὕδρου ὁ τέταρτος τῶν μετὰ τὸν λαμπρὸν 〈πρὸς ἀνατολὰς τεσσάρων〉, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τῆς Αργοῦς ὁ ἔσχατος τῶν ἐν τῇ τρόπει· ἔσχατον δὲ μεσουρανοῦσι ὅ τε ἐν τῇ οὐρᾷ τοῦ Κόρακος καὶ ὁ ἐν τοῖς ποσὶν αὐτοῦ. Δύνει δὲ ὁ Περσεὺς ἐν ὥραις δυσὶ καὶ τρίτῳ μέρει.