Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. V.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 17-3
Not analysed yet
Κριῷ. καὶ μὴν οὐδὲ τοῦτʼ ἔστι βοηθοῦν αὐτῷ, διότι οὐ περὶ ὅλου λέγει, ἀλλʼ ὅτι τῶν ἅμα αὐτῷ συνανα- τειλάντων μερῶν τοῦ Ἡνιόχου πρότερος καταδύνει ὁ Ταῦρος. ψεῦδος γάρ ἐστι καὶ τοῦτο· τὰ γὰρ πρὸς τοῖς ποσὶν αὐτοῦ μέρη οὐχ οἷον ὑστερεῖ τοῦ Ταύρου, ἀλλὰ καὶ προκαταδύνει. ἐγγίων γοῦν ὁ ἐν τῷ δεξιῷ ποδὶ τοῦ Ἡνιόχου τῇ κζʹ μοίρᾳ τοῦ Ταύρου συγκατα-